Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.38 Dem. 43.41 (English) >>Dem. 43.44

43.39οἵτινες κατεχρῶντο ὡς τῷ Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου τὸ παράπαν οὐδεμία γένοιτο ἀδελφὴ ὁμοπατρία καὶ ὁμομητρία· οὕτως ἦσαν ἀναίσχυντοι καὶ βδελυροί, τηλικουτονὶ πρᾶγμα παρακρουόμενοι τοὺς δικαστὰς καὶ οὑτωσὶ περιφανές, καὶ ἐσπούδαζον καὶ ἠγωνίζοντο περὶ τούτου μάλιστα. ἡμεῖς δέ γε νυνὶ μάρτυρας ὑμῖν τοσουτουσὶ παρεσχήμεθα περὶ τῆς Πολέμωνος ἀδελφῆς, τηθίδος δὲ Ἁγνίου. 43.40τούτῳ δʼ βουλόμενος μαρτυρησάτω, ὡς οὐκ ἦσαν ἀδελφοὶ ὁμοπάτριοι καὶ ὁμομήτριοι Πολέμων καὶ Φυλομάχη, ὅτι οὐκ ἦν μὲν Πολέμων υἱός, δὲ Φυλομάχη θυγάτηρ Ἁγνίου τοῦ Βουσέλου υἱέος, ὅτι Πολέμων οὐκ ἦν πατὴρ Ἁγνίου, οὗ ἐστιν κλῆρος, οὐδʼ ἀδελφὴ Πολέμωνος Φυλομάχη τηθίς, 43.41 ὡς Εὐβουλίδης οὐκ ἦν Φυλομάχης υἱὸς οὐδὲ Φιλάγρου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, ἐκεῖνο ὅτι Εὐβουλίδου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου οὐκ ἔστι Φυλομάχη θυγάτηρ νῦν ἔτι οὖσα, οὐδʼ υἱὸς οὑτοσὶ παῖς, εἰσπεποιημένος κατὰ τοὺς νόμους τοὺς ὑμετέρους εἰς τὸν Εὐβουλίδου οἶκον, ὡς Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου ἐκ τοῦ οἴκου ἦν τοῦ Ἁγνίου. τούτων τι βούλεταί τις μαρτυρησάτω αὐτῷ. ἀλλʼ εὖ οἶδʼ ὅτι οὐδεὶς οὕτω τολμηρὸς ἔσται οὐδὲ ἀπονενοημένος ἄνθρωπος. 43.42ὡς δὲ καταφανὲς ὑμῖν ἔσται, ἄνδρες δικασταί, ὅτι τὸ πρότερον ἀναισχυντοῦντες περιεγένοντο, δίκαιον δὲ οὐδὲν ἔλεγον, ἀναγίγνωσκε τὰς μαρτυρίας, ὅσαι εἰσὶν ἔτι ὑπόλοιποι.Μαρτυρίαι

μαρτυρεῖ συγγενὴς εἶναι Πολέμωνι τῷ Ἁγνίου πατρί, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτοῦ ἀνεψιοὺς εἶναι ἐκ πατραδέλφων Πολέμωνι Φίλαγρόν τε τὸν Εὐβουλίδου πατέρα καὶ Φανόστρατον τὸν Στρατίου πατέρα καὶ Καλλίστρατον τὸν πατέρα τῆς Σωσίου γυναικὸς καὶ Εὐκτήμονα τὸν βασιλεύσαντα καὶ Χαρίδημον τὸν πατέρα τὸν Θεοπόμπου καὶ Στρατοκλέους, καὶ εἶναι τοῖς τούτων υἱέσι καὶ Ἁγνίᾳ ἐν τῷ αὐτῷ γένει Εὐβουλίδην κατὰ τὸν πατέρα τὸν ἑαυτοῦ Φίλαγρον, κατὰ δὲ τὴν μητέρα τὴν ἑαυτοῦ Φυλομάχην νομιζόμενον ἀνεψιὸν εἶναι Εὐβουλίδην Ἁγνίᾳ πρὸς πατρός, ἐκ τηθίδος γεγονότα Ἁγνίᾳ τῆς πρὸς πατρός.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.38 Dem. 43.41 (English) >>Dem. 43.44

Powered by PhiloLogic